Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.285 Joseph. AJ 7.289 (English) >>Joseph. AJ 7.292

7.287Ἀβεσσαίῳ τῷ τούτου ἀδελφῷ.” κειμένου δὲ τοῦ σώματος ἐπὶ τῆς ὁδοῦ καὶ παντὸς τοῦ πλήθους ἐπʼ αὐτῷ συρρέοντος καὶ οἷον ὄχλος φιλεῖ ἐθαύμαζον ἠλέουν προϊστάμενοι· βαστάσας δʼ ἐκεῖθεν φύλαξ καὶ κομίσας εἴς τι χωρίον ἀπωτάτω τῆς ὁδοῦ τίθησιν αὐτόθι καὶ καλύπτει ἱματίῳ. τούτου γενομένου πᾶς λαὸς ἠκολούθησε τῷ Ἰωάβῳ. 7.288διώξαντι δʼ αὐτῷ διὰ πάσης τῆς Ἰσραηλιτῶν χώρας τὸν Σαβαῖον δηλοῖ τις ἐν ὀχυρᾷ πόλει τυγχάνειν Ἀβελωχέᾳ λεγομένῃ. παραγενόμενος δʼ ἐκεῖ καὶ τῇ στρατιᾷ περικαθίσας τὴν πόλιν καὶ χαράκωμα περὶ αὐτὴν πηξάμενος ὑπορύσσειν ἐκέλευσε τοῖς στρατιώταις τὰ τείχη καὶ καταβάλλειν αὐτά· μὴ δεξαμένων γὰρ αὐτὸν τῶν ἐν τῇ πόλει χαλεπῶς πρὸς αὐτοὺς διετέθη. 7.289

Γύναιον δέ τι σῶφρον καὶ συνετὸν ἐν ἐσχάτοις ἤδη τὴν πατρίδα κειμένην θεασάμενον ἀναβὰν ἐπὶ τὸ τεῖχος προσκαλεῖται διὰ τῶν ὁπλιτῶν τὸν Ἰώαβον. προσελθόντος δʼ ἤρξατο λέγειν, ὡς θεὸς τοὺς βασιλεῖς καὶ τοὺς στρατηγοὺς ἀποδείξειεν, ἵνα τοὺς πολεμίους τοὺς Ἑβραίων ἐξαιρῶσι καὶ παρέχωσιν αὐτοῖς εἰρήνην ἀπʼ αὐτῶν· σὺ δὲ σπουδάζεις μητρόπολιν Ἰσραηλιτῶν καταβαλεῖν 7.290καὶ πορθῆσαι μηδὲν ἐξαμαρτοῦσαν.” δὲ ἵλεων μὲν εὔχεται τὸν θεὸν αὐτῷ διαμένειν, αὐτὸς δʼ οὕτως ἔχειν εἶπεν, ὡς μηδένα τοῦ λαοῦ φονεῦσαι, οὐχ ὅτι πόλιν ἐξελεῖν βούλεσθαι τηλικαύτην· λαβὼν μέντοι παρʼ αὐτῶν τὸν ἀντάραντα τῷ βασιλεῖ πρὸς τιμωρίαν Σαβαῖον υἱὸν δὲ Βοχορίου παύσεσθαι τῆς πολιορκίας καὶ τὴν στρατιὰν ἀπάξειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.285 Joseph. AJ 7.289 (English) >>Joseph. AJ 7.292

Powered by PhiloLogic